Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.45 Dem. 57.49 (English) >>Dem. 57.52

57.47οὔκουν δεινόν, ἄνδρες δικασταί, εἰ μὲν ἔλαχον ἱερεύς, ὥσπερ προὐκρίθην, δεῖν ἄν με καὶ αὐτὸν θύειν ὑπὲρ τούτων καὶ τοῦτον μετʼ ἐμοῦ συνθύειν, νῦν δὲ τοὺς αὐτοὺς τούτους ἐμὲ μεθʼ αὑτῶν μηδὲ συνθύειν ἐᾶν; φαίνομαι τοίνυν, ἄνδρες Ἀθηναῖοι, τὸν μὲν ἄλλον χρόνον ἅπαντα παρὰ πᾶσιν τοῖς νῦν κατηγοροῦσι πολίτης ὡμολογημένος· 57.48οὐ γὰρ ἂν δήπου τόν γε ξένον καὶ μέτοικον, ὡς νῦν φησιν Εὐβουλίδης, οὔτʼ ἀρχὰς ἄρχειν οὔθʼ ἱερωσύνην κληροῦσθαι μεθʼ ἑαυτοῦ προκριθέντʼ εἴασεν· καὶ γὰρ οὗτος ἦν τῶν κληρουμένων καὶ προκριθέντων. οὐδέ γʼ ἄν, ἄνδρες Ἀθηναῖοι, παλαιὸς ὢν ἐχθρὸς ἐμοὶ τοῦτον τὸν καιρὸν περιέμενεν, ὃν οὐδεὶς ᾔδει γενησόμενον, εἴπερ τι συνῄδει τοιοῦτον. 57.49ἀλλʼ οὐ συνῄδει· διόπερ τὸν μὲν ἄλλον ἅπαντα χρόνον δημοτευόμενος μετʼ ἐμοῦ καὶ κληρούμενος οὐδὲν ἑώρα τούτων, ἐπειδὴ δʼ πόλις πᾶσα τοῖς ἀσελγῶς εἰσπεπηδηκόσιν εἰς τοὺς δήμους ὀργιζομένη παρώξυντο, τηνικαῦτα μοι ἐπεβούλευσεν. ἦν δʼ ἐκεῖνος μὲν καιρὸς τοῦ συνειδότος αὑτῷ τἀληθῆ λέγειν, δὲ νυνὶ παρὼν ἐχθροῦ καὶ συκοφαντεῖν βουλομένου. 57.50ἐγὼ δʼ, ἄνδρες δικασταί (καί μοι πρὸς Διὸς καὶ θεῶν μηδεὶς θορυβήσῃ, μηδʼ ἐφʼ μέλλω λέγειν ἀχθεσθῇ), ἐμαυτὸν Ἀθηναῖον ὑπείληφʼ ὥσπερ ὑμῶν ἕκαστος ἑαυτόν, μητέρʼ ἐξ ἀρχῆς νομίζων ἥνπερ εἰς ὑμᾶς ἀποφαίνω, καὶ οὐχ ἑτέρας μὲν ὢν ταύτης δὲ προσποιούμενος· πατέρα πάλιν, ἄνδρες Ἀθηναῖοι, τὸν αὐτὸν τρόπον.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.45 Dem. 57.49 (English) >>Dem. 57.52

Powered by PhiloLogic